Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.62 Dem. 44.66 (English) >>Dem. 44.68

44.64 καὶ προνοηθεὶς νομοθέτης ἀπεῖπεν τῷ ποιητῷ αὐτῷ ὄντι ποιητὸν υἱὸν μὴ ποιεῖσθαι, τίνα τρόπον διορίσας περὶ τούτων; ὅταν εἴπῃυἱὸν γνήσιον ἐγκαταλιπόντα ἐπανιέναι”, δηλοῖ δήπου φανερῶς ὅτι οὐ δεῖ ποιεῖσθαι· ἀδύνατον γάρ ἐστιν υἱὸν γνήσιον ἐγκαταλιπεῖν, ἐὰν μὴ γόνῳ γεγονὼς τινι. σὺ τοίνυν, Λεώστρατε, ἀξιοῖς τῷ τετελευτηκότι εἰσποιητῷ εἰς τὸ ἡμέτερον γένος ὄντι ποιητὸν ἐπὶ τὸν κλῆρον εἰσαγαγεῖν, ὥσπερ ἐπὶ τὰ σαυτοῦ κτήματα καὶ οὐκ εἰς τὰ κατὰ νόμον τῷ προσήκοντι δοθησόμενα βαδίζων. 44.65ἡμεῖς δέ, ἄνδρες δικασταί, εἰ μὲν τετελευτηκὼς ἐποιήσατό τινα, καίπερ οὐ διδόντος τοῦ νόμου συνεχωροῦμεν ἂν αὐτῷ, εἰ διαθήκας κατελελοίπει, καὶ ταύταις ἂν ἐνεμείναμεν, ἐπεὶ καὶ τὸ ἐξ ἀρχῆς τοιοῦτοι ὄντες διετελοῦμεν, οὐκ ἐναντιούμενοι τούτοις ἔχουσι τὴν οὐσίαν καὶ ἐπανιοῦσιν ἄνω, καθʼ ὃν δήποτε τρόπον ἐβούλοντο. 44.66ἐπεὶ δὲ νυνί ποτε ὑπὸ τούτων αὐτῶν καὶ ὑπὸ τῶν νόμων τὸ πρᾶγμʼ ἐξελήλεγκται, οἰόμεθα δεῖν κληρονομεῖν τῶν Ἀρχιάδου, καὶ παρʼ ἡμῶν εἶναι τὸν υἱὸν τὸν εἰσποιούμενον τῶν μὴ πεποιημένων πρότερον, μὴ παρὰ τούτων. δικαίως γὰρ νομοθέτης, οἶμαι, ὥσπερ καὶ τὰς ἀτυχίας τῶν οἰκείων καὶ τὰς ἐκδόσεις τῶν γυναικῶν τοῖς ἐγγύτατα γένους προσέταττε ποιεῖσθαι, οὕτως καὶ τὰς κληρονομίας καὶ τὴν τῶν ἀγαθῶν μετουσίαν τοῖς αὐτοῖς ἀποδέδωκεν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.62 Dem. 44.66 (English) >>Dem. 44.68

Powered by PhiloLogic